Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 44.43 | Dem. 44.47 (English) | >>Dem. 44.49 |
44.45τῶν μὲν τοίνυν πραγμάτων ἁπάντων ἀκηκόατε , ὦ ἄνδρες δικασταί , καὶ τῶν ἐξ ἀρχῆς γεγενημένων περὶ τὸν κλῆρον τοῦτον καὶ τῶν ὕστερον συμβάντων , ἐπειδὴ τάχιστα τὴν λῆξιν ἡμεῖς ἐποιησάμεθα . λοιπὸν δʼ ἐστὶ περί τε τῆς διαμαρτυρίας αὐτῆς εἰπεῖν καὶ περὶ τῶν νόμων καθʼ οὓς ἀξιοῦμεν κληρονομεῖν · ἔτι δέ , ἂν ἐγχωρῇ τὸ ὕδωρ καὶ μὴ μέλλωμεν ὑμῖν ἐνοχλεῖν , ἐξελέγξαι τὰ ὑπὸ τούτων ῥηθησόμενα , ὅτι οὔτε δίκαια οὔθʼ ὑγιῆ ἐστι . καὶ πρῶτον μὲν τὴν διαμαρτυρίαν ἀναγνώτω , καὶ σφόδρα τὸν νοῦν αὐτῇ προσέχετε · περὶ γὰρ ταύτης ἡ ψῆφος οἰσθήσεται νυνί .οὐκοῦν δήπου διαμεμαρτύρηκεν οὑτοσί , ὡς ἀκηκόατε , “μὴ ἐπίδικον εἶναι τὸν κλῆρον τὸν Ἀρχιάδου , ὄντων αὐτῷ παίδων γνησίων κυρίως κατὰ τὸν θεσμόν .” ἐξετάσωμεν τοίνυν , εἰ εἰσὶν ἢ τὰ ψευδῆ διαμεμαρτύρηκεν οὑτοσί . ὁ γὰρ Ἀρχιάδης ἐκεῖνος , οὗ ἐστιν ὁ κλῆρος , ἐποιήσατο υἱὸν τὸν τοῦ διαμεμαρτυρηκότος νυνὶ πάππον · ἐκεῖνος δʼ ἐγκαταλιπὼν υἱὸν γνήσιον τὸν τούτου πατέρα Λεώστρατον ἐπανῆλθεν εἰς τοὺς Ἐλευσινίους .
44.47μετὰ δὲ ταῦτα αὐτὸς οὑτοσὶ Λεώστρατος πάλιν ἐγκαταλιπὼν υἱὸν ᾤχετο ἀπιὼν εἰς τὸν πατρῷον οἶκον · ὁ δʼ ἐγκαταλειφθεὶς ὑπὸ τούτου τελευταῖος ἁπάντων τῶν εἰσποιηθέντων τετελεύτηκεν ἄπαις , ὥστε γίγνεται ἔρημος ὁ οἶκος , καὶ ἐπανελήλυθεν ἡ κληρονομία πάλιν εἰς τοὺς ἐξ ἀρχῆς ἐγγύτατα γένους ὄντας .
Διαμαρτυρία
44.46
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 44.43 | Dem. 44.47 (English) | >>Dem. 44.49 |